Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.11 Joseph. AJ 12.15 (English) >>Joseph. AJ 12.21

12.13ἐρομένου δʼ αὐτόν ποτε τοῦ Πτολεμαίου, πόσας ἤδη μυριάδας ἔχοι συνειλεγμένας βιβλίων, τῶν μὲν ὑπαρχόντων εἶπεν εἶναι περὶ εἴκοσι, ὀλίγου δὲ χρόνου εἰς πεντήκοντα συναθροίσειν. 12.14μεμηνῦσθαι δʼ ἔλεγεν αὐτῷ πολλὰ εἶναι καὶ παρὰ Ἰουδαίοις τῶν παρʼ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια καὶ τῆς βασιλέως βιβλιοθήκης, τοῖς ἐκείνων χαρακτῆρσιν καὶ τῇ διαλέκτῳ γεγραμμένα πόνον αὐτοῖς οὐκ ὀλίγον παρέξειν εἰς τὴν Ἑλληνικὴν μεταβαλλόμενα γλῶτταν. 12.15δοκεῖ μὲν γὰρ εἶναι τῇ ἰδιότητι τῶν Συρίων γραμμάτων ἐμφερὴς χαρακτὴρ αὐτῶν καὶ τὴν φωνὴν ὁμοίαν αὐτοῖς ἀπηχεῖν, ἰδιότροπον δὲ αὐτὴν εἶναι συμβέβηκεν. οὐδὲν οὖν ἔλεγεν κωλύειν καὶ ταῦτα μεταβαλόντα, δύνασθαι γὰρ τῆς εἰς αὐτὸ χορηγίας εὐποροῦντα, ἔχειν ἐν τῇ βιβλιοθήκῃ καὶ τὰ παρʼ ἐκείνοις. 12.16δόξας οὖν βασιλεὺς ἄριστα τὸν Δημήτριον φιλοτιμουμένῳ περὶ πλῆθος αὐτῷ βιβλίων ὑποτίθεσθαι γράφει τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ταῦτα γίγνεσθαι. 12.17

Ἀρισταῖος δέ τις φίλος ὢν ἐν τοῖς μάλιστα τῷ βασιλεῖ καὶ σπουδαζόμενος ὑπʼ αὐτοῦ διὰ μετριότητα, πολλάκις μὲν καὶ πρότερον ἔγνω παρακαλέσαι τὸν βασιλέα, ὅπως ἀπολύσῃ τοὺς αἰχμαλώτους Ἰουδαίους ὅσοι κατὰ τὴν βασιλείαν ἦσαν αὐτοῦ, 12.18καιρὸν δʼ ἐπιτήδειον τοῦτον εἶναι δοκιμάσας τῆς δεήσεως πρώτοις περὶ τούτου διαλέγεται τοῖς ἄρχουσι τῶν σωματοφυλάκων Σωσιβίῳ τῷ Ταραντίνῳ καὶ Ἀνδρέᾳ, συναγωνίσασθαι περὶ ὧν ἐντυγχάνειν μέλλει τῷ βασιλεῖ παρακαλῶν αὐτούς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.11 Joseph. AJ 12.15 (English) >>Joseph. AJ 12.21

Powered by PhiloLogic